6.1.12. τὴν µέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνοµαζόντων ἡµῶν σφυγµὸν ὁ παλµὸς µὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σηµαινόµενον, ὁ σφυγµὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γοῦν µείζονα τοῦ κατὰ φύσιν ἢ µικρότερον ἢ ὠκύτερον ἢ βραδύτερον ἢ πυκνότερον ἢ ἀραιότερον ἤ πως ἄλλως ἐξιστάµενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σηµαινόµενον· ἐξ ἑαυτῆς µὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγµοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ κινεῖται.
6.1.13. ὥστ’ εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυµαστὸν ἓν πρᾶγµα καὶ πάθος ὀνοµάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν µικρότερον τοῦ κατὰ φύσιν σφυγµόν, οὐ µὴν κατά γε ταὐτὸν σηµαινόµενον, ἀλλὰ κατὰ µὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, ἔστι [µὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγµὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, ὅτι µὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις.
6.1.14. Oὕτως οὖν ἔχει κἀπὶ τοῦ θυµοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σηµαινόµενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄµετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σηµαινόµενον.
6.1.15. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ µέγας σφυγµός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυµοειδοῦς ὁ θυµός, οἷον δ’ αὖ πάλιν ὁ µικρὸς σφυγµός, τοιοῦτον ἡ ἀθυµία. αὕτη µὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυµοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυµούς.
6.1.16. ταύτῃ τε οὖν ἐνέργειαί τε ἅµα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σηµαινόµενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυµία καὶ ὁ θυµὸς ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶµα µετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζῴου πάθος ἔσται κατ’ ἄµφω τὰ σηµαινόµενα.
6.1.17. πολλάκις µὲν γὰρ ἕπεται τῷ θυµοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυµητικῷ, καθάπερ ἑλκόµενά τε καὶ συρόµενα παραπλήσιον τρόπον, ὡς εἰ καὶ ξυνωρίδος ἵππων ὁ µὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅµ’ ἑαυτῷ µετὰ τοῦ σύµπαντος ἅρµατός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχώς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ.
6.1.18. τηνικαῦτα γὰρ ἡ µὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ µὲν τὸ πρότερον σηµαινόµενον ἐνέργεια, —κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ—, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, —παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ—, ἀλλ’ ἤδη πάθος.
6.1.19. ἡ µέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σηµαινοµένων ἐνέργειά ἐστιν, ἀλλὰ κατ’ ἄµφω πάθος, εἴ γε µήτ’ ἐξ ἑαυτοῦ µήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ µὴ δραστικαί τινές εἰσι µήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους ἢ ὅλης τῆς χειρός.
6.1.20. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν ὥσπερ ἡ καρδία, ἀλλ’ ὅµως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστί τε καὶ λέγεται κατὰ τὸ δεύτερον σηµαινόµενον, εἰ καί τινες ὑπ’ ἀγυµνασίας τῆς περὶ τὰ σηµαινόµενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν ἀληθὲς µέν τι λέγοντες, ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σηµαινόµενον, ὅτι µέντοι µόνον οὕτως λέγειν ἀξιοῦσιν καὶ µὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρµηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν.
6.1.21. Oὕτως οὖν καὶ ὁ θυµὸς καὶ ἡ ἐπιθυµία καὶ πάθη καὶ ἐνέργειαι λεχθήσονται· τῶν γὰρ τῆς ψυχῆς συµφύτων δυνάµεων κινήσεις τινὲς ἄµετροί τε καὶ οὐ κατὰ φύσιν ὄντα διότι µὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάµεών εἰσιν, διότι δ’ ἀµέτρως, διὰ τοῦτο πάθη.
6.1.22. καὶ τῆς ὅλης µὲν ψυχῆς καὶ αὐτῶν δὲ τῶν κινουµένων δυνάµεων ἀµφοτέρων αἱ κινήσεις αὗται παρὰ φύσιν εἰσίν· ταῖς µὲν ἀλόγοις δυνάµεσι διὰ τὴν ἀµετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ διότι κατὰ φύσιν [ἐπεὶ] οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαµεν τὸν βίον ἡµῶν. ὅταν οὖν ἔµπαλιν διοικώµεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται.
6.1.23. διὰ ταύτας µὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυµὸν ἢ τὴν ἐπιθυµίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ µέµφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σηµαινόµενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόµασεν.
6.1.24. Eὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε µὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ τοὺς θυµούς.
6.1.25. καὶ µὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνοµάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιηµάτων εἴτε παθηµάτων;”
6.1.26. διὰ παραδειγµάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόµενος ἐπιφέρων φησί· “τί οὖν; ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυµοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυµῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί <οἱ> γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρ‹ωτ›ῶντος ἐπορεγοµένην αὐτοῦ τῆς γενέσεως; —ἔγωγε—. τί δέ; τὸ ἀβουλεῖν καὶ µὴ ἐθέλειν µηδ’ ἐπιθυµεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσοµεν;”
6.1.27. αὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ µόνον ὅπερ ἐλέγοµεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυµεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήµατά τις εἴτε παθήµατα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν µερῶν τῆς ψυχῆς διδάσκουσαι.
6.2.1. Διὸ καὶ καλῶς ἂν ἔχοι µὴ παραδραµεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡµῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγοµένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαµένους αὖθις τῶν ὀνοµάτων καὶ µὴ νοµίζειν ἐπιλανθά νεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγοµένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡµῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία µέρη διαιρεῖσθαι φάσκῃ.
6.2.2. καὶ γὰρ εἴδη καὶ µέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνοµάζοι τὸ λογιστικὸν καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικόν, ὥσπερ εἰ καὶ σώµατος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, µετὰ ταῦθ’ ὡς περὶ µερῶν αὐτῶν διαλέγοιτο.
6.2.3. καὶ γὰρ καὶ µέρη τοῦ σώµατος ἡµῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, —συµπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν—, καὶ µέντοι καὶ εἴδη τοῦ σώµατος οὐδὲν ἧττον·ἐν µόνοις γὰρ τοῖς ὁµοιοµερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς µέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιµελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ν ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνοµοιοµερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθµὸν ὁρίζει τοῖς µορίοις. τοιοῦτον δέ τι χρῆµα καὶ ἡµῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν ἐκ τριῶν µερῶν συγκειµένην.
6.2.4. εἰκάζει[ν] δ’ οὕτω τὸ µὲν ἐπιθυµητικὸν θηρίῳ ποικίλῳ τε καὶπολυκεφάλῳ, τὸ δὲ θυµοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱπποµόρφω µέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐµνηµόνευσεν, ὡς σαφέστερον ἐνδεικνύµενος ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς.
6.2.5. ὁ µὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώµατος κεχωρίσθαι νοµίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάµπολυ δια<λ>λάττειν εὐλόγως εἴδη τε καὶ µέρη προσαγορεύει· ὁ δ’ ᾿Αριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη µὲν ἢ µέρη ψυχῆς οὐκ ὀνοµάζουσιν, δυνάµεις δ’ εἶναί φασι µιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρµωµένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς µίαν οὐσίαν, οὕτως καὶ εἰς δύναµιν µίαν ἄγει καὶ τὸν θυµὸν καὶ τὴν ἐπιθυµίαν.
6.2.6. ἀλλ’ ὅτι µὲν οὐκ ὀλίγον ἁµαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡµῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν ᾿Αριστοτέλην σφάλλονται µιᾶς οὐσίας τὰς τρεῖς δυνάµεις εἶναι νοµίζοντες, ἔν τε τοῖς ἔµπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ µετὰ τοῦτον λόγος ἀποδείξει.
6.2.7. Πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει τό τε λογιστικὸν καὶ τὸ θυµικὸν καὶ τὸ ἐπιθυµητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόµεθα. ἐν µὲν οὖν τῷ Τιµαίῳ περὶ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ µετέχει<ν> φησί, διαλεγόµενος ὧδέ πως γράφει· “µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος.”
6.2.8. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόµενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡµῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίµονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαµεν οἰκεῖν µὲν ἡµῶν ἐπ’ ἄκρῳ τῷ σώµατι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡµᾶς αἴρειν.”
6.2.9. συναµφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυµητικὸν καὶ τὸ θυµοειδές, <ἐν> τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόµασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόµουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήµατα ἔχον.”
6.2.10. ὁµοῦ δ’ αὖ πάλιν τὰ τρία µέρη τῆς ψυχῆς ἡµῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴποµεν πολλάκις ὅτι τρία τῆς ψυχῆς ἐν ἡµῖν εἴδη κατῴκισται.”
6.2.11. ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ µὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυµοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυµητικοῦ, κἄπειθ’ ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· “ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε µὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυµητικόν;”
6.2.12. οὕτω δὲ καὶ κατὰ τὸ ἔνατον ἔγραψεν ἔν τε τῇδε τῇ ῥήσει· “ἀλλ’ ἡσυχάσας µὲν τὼ δύο εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται”, καὶ προσέτι τῇδε· “ὅτι δὴ οὖν, εἶπον, ἀµφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, µὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν µηδὲ τὸ χεῖρον καὶ ἄµεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον, πῶς ἂν εἰδεῖµεν τίς αὐτῶν ἀληθέστατα λέγει;”
6.2.13. Tί ἂν ἔτι δέοιµεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώµην τἀνδρός, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτί, λογιστικὸν ἐπιθυµητικὸν [καὶ] θυµοειδές. ἀµέλει µόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων ἐν µὲν τοῖς φυτοῖς τὴν ἐπιθυµητικήν, ἐν δὲ τοῖς θεοῖς τὴν λογιστικήν.
6.2.14. —τὴν µέντοι θυµοειδῆ διὰ τί µόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωµάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεµένων ἡµῶν τὴν ἐκ τοῦ Τιµαίου ῥῆσιν ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυµητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογι<στι>κῇ ψυχῇ καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέµµατος, τῆς ἐπιθυµίας.
6.2.15. —εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραµµένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη µνηµονεύειν ἐναργῶς ἤδη καὶ διὰ τούτων τῆς γνώµης τἀνδρὸς ἐγνωσµένης. εἰ δὲ καὶ µέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνοµάζει, θαυµαστὸν οὐδέν. πρῶτον µὲν γὰρ αὐτὸς ἡµᾶς ἐδίδαξεν ὡς ὅ τί περ ἂν εἶδος ᾖ, τοῦτο καὶ µέρος ὀνοµάζειν ἐγχωρεῖ, µὴ µέντοι τό γε µέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ [µὴ] ὅτι µηδ’ ἐγχωρεῖ λέγειν µηδὲν σύνθετον ὁµοιοµερές, ἑαυτῷ γε <µὴ> συνεχὲς ὅλον ὑπάρχον· ἐξ ὡρισµένων γὰρ τὸν ἀριθµὸν σύγκειται µορίων· οὐδενὸς δὲ ὁµοιοµεροῦς ἀριθµῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν µορίων.
6.2.17. ὅτι µὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει ταῦτα, µακροτέρων οὐ δέοµαι λόγων.
6.3.1. ῞Οτι δὲ τὸ µὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο καὶ δέδεικται διὰ τῶν ἔµπροσθεν ὑπὲρ τῶν δύο µερῶν.
6.3.2. ὑπόλοιπον δὴ ἔτι τὸ ἐπιθυµητικόν, ἰδίας ἀποδείξεως δεόµενον, ἣν ἐν τῷδε διέξιµεν ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες ὡς οὐκ ἐξ ὁµοίως ἐναργῶν οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουµένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔµπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συµβεβηκότων ἰδίᾳ.
6.3.3. τῶν µὲν γὰρ νεύρων βρόχῳ διαλαµβανοµένων ἢ τεµνοµένων ἐφαίνετο τὰ µὲν ἐγκεφάλῳ συνεχῆ µόρια διασώζοντα τὰς ἀρχαίας δυνάµεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆµα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν· οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ µὲν τῇ καρδίᾳ συνεχεῖς ἔτι σφύζουσαι κατὰ φύσιν, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόµεναι τελέως ἄσφυκτοι γιγνόµεναι.
6.3.4. καὶ µέντοι καὶ τὰ παθήµατα τῆς ψυχῆς ὅσα κατὰ τοὺς θυµούς τε καὶ τοὺς φόβους συµπίπτει προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐµνηµονεύσαµεν δὲ καὶ ὅσα θλιβόµενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόµενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶµα καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν ὑπάρχειν αὐτόν.
6.3.5. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχοµεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυµνώσαντες αὐτὸ θλίβοµεν οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαµβάνοµεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως ἀρχή, καθάπερ ἡ µὲν καρδία τῆς σφυγµικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῷον εἰς εὐτροφίαν τε καὶ εὔχροιαν ἥπατος ἀτονήσαντος.
6.3.6. ὡσαύτως δὲ καὶ τὸ µέρος εἰς ὅπερ ἂν ἐµβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς ἢ καὶ παντάπασιν ἐκκόψῃς ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόµενον, οὐ µὴν ἔν γε τῷ παραυτίκα βλαπτόµενον οὐδέν, ὅτι ἄξιον λόγου.
6.3.7. Tοιαύτης γὰρ δυνάµεως ἀρχὴ τὸ ἧπαρ οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναµις, ὕστερον ἐπιδειξόντων ἡµῶν ἀκριβέστερον ὡς πολλῶν ἐστι δυνάµεων ἀρχὴ τὸ ἧπαρ καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνοµάζειν, οὐ δύναµιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχοµένην, ἐν ἐγκεφάλῳ µὲν λογιστικήν, ἐν καρδίᾳ δὲ θυµοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυµητικὴν [ἢ φυτικὴν ἢ γεννητικήν·] ἢ ὡς οἱ περὶ τὸν ᾿Αριστοτέλην, θρεπτικὴν ἢ φυτικὴν ἢ γεννητικήν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνοµα θέµενον, ἀπὸ µὲν τοῦ φύειν φυτικήν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικήν, ἀπὸ δὲ τοῦ γεννᾶν γεννητικήν· ὁ Πλάτων δ’ ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυµιῶν ἐπιθυµητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνοµάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν.
6.3.8. ᾿Oνοµαζέτω µὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐν αὐτοῖς τοῖς πράγµασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡµεῖς ἐπὶ µὲν ἐγκεφάλου <καὶ> καρδίας ἔµπροσθεν ἐποιήσαµεν, ἐφ’ ἥπατος δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρµώµεθα διελθεῖν. ἀρξόµεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ἅµα τε γυµνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωµέν τι τῶν ἀµυδροτέρων ἅµα τε προτάσεων εὐπορήσωµεν εἰς αὐτά.
6.3.9. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν µὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ καθάπερ ἔνιοι νοµίζουσιν, οὐ ταῖς ἀρτηρίαις µόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέµπει τὰς φυσικὰς δυνάµεις ἡ καρδία.
6.3.10. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅµα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που µόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουµένην δύναµιν ἐναργέστερα τεκµήρια τοῦ µέρους ὅθεν ὁρµᾶται παρασχέσθαι.
6.3.11. Kαταβληθέντος εἰς τὴν γῆν σπέρµατος οὑτινοσοῦν, εἰ µὲν αὐχµώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρµα πᾶσαν αὐτοῦ τὴν ἔµφυτον ἰκµάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· µετρίως δ’ ὑπαρχούσης ὑγρᾶς µαλακὸν γίνεται τὸ σπέρµα, διοιδίσκεται δὲ καὶ τὸ περιέχον αὐτὸ σύµφυτον σκέπασµα τὸ οἷον δέρµα καὶ ῥήγνυται µὲν πρῶτον ἀερωθείσης τῆς κατὰ τὸ σπέρµα νοτίδος, εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστηµά τι λεπτὸν καὶ µαλακὸν εἰς ἄµφω τὰ µέρη, τό τ’ ἄνω τοῦ σπέρµατος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ <κάτω> κατὰ βάθους τῆς γῆς.
6.3.12. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούµενα καὶ φερόµενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρµησε. καὶ τοῦ χρόνου προϊόντος εἰ[ς] τὸ σπέρµα δένδρου τινὸς εἴη µεγάλου σπέρµα, τὸ µὲν εἰς τὸν ἀέρα φερόµενον αὐτοῦ πρέµνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρµα.
6.3.13. Μία µὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς µέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω µὲν τὸ πρέµνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναµις ἐκεῖθεν ὁρµωµένη.
6.3.14. κινεῖται µὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς µὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν εἰς πολλὰ τὰς πρώτας ῥίζας αὐξάνειν τε τὰς ἐπιγιγνοµένας· εἰς δὲ τὸ ἄνω κλάδους µέν τινας ἀποφύουσα τοῦ στελέχους, ἐκείνου<ς> δ’ αὖθις εἰς ἑτέρους σχίζουσα µέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν.
6.3.15. καὶ ἔοικέ γε τὸ µὲν ἄνω µέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τῶν καρπῶν διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζῴοις ἐστὶ τὸ στόµα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ στοµατίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ τῆς φύσεως δεδηµιουργηµένην.
6.3.16. ῎Aγε δή µοι τὴν εἰκόνα κἀπὶ τὰ ζῷα <µετένεγκε>. καὶ πρῶτον µὲν ἐπίσκεψαι τὴν µεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέµνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ µὲν ἑτέρῳ µέρει τῷ µικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφεροµένη, θατέρῳ δὲ τῷ µείζονι κατὰ τῆς ῥάχεως ἐκτεταµένη.
6.3.17. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήµατα πάντοσε τοῦ σώµατος φερόµενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράµµατι λέλεκται τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφεροµένην, τὴν εἰς τὸν πνεύµονα κατασχιζοµένην ἀνάλογον τῷ καθήκοντι µέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν.
6.3.18. ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφήν, οὕτως ἐκ τοῦ πνεύµονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρηµένων ἀρτηριῶν. αὗται δύο µὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι µέγισται τῶν οἰκείων ἀποβλαστηµάτων ἑκάτερα<ι>.
6.3.19. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ µὲν ἐξέχον τῆς γῆς, τὸ πρέµνον, ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόµενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ µέσον δ’ ἀµφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ µὲν οἷον στέλεχος ἀρτηρία µεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῷον, ἡ δ’ εἰς τὸν πνεύµονα τὴν ἔµφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία µέση τ’ ἀµφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰ<ς> δυνάµεων.
6.3.20. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρηµένων εὔδηλον ὡς τὰ µείζω τῶν ἐλαττόνων ἀρχαί, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν εἰς οὓς διανέµεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας ὡς τῆς ἀρχῆς τὰ µετ’ αὐτὴν µείζω νοµίζειν, ἐξαπατώµενοι πρὸς τῶν ποταµῶν, οἳ µικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προ[σ]ϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ τούτου γιγνοµένου.
6.3.21. τινὲς µὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόµενοι ποταµοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζοµένων σµικρύνονται. ποταµὸς δὲ οὐδεὶς ἐκ µιᾶς ὁρµώµενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸ<ν> ὅλον ἑκάστης αὐτῶν γενέσθαι µείζονα.
6.3.22. Kαὶ χωρὶς δὲ τοῦ παραδείγµατος, εἰ τὰ κατὰ τὸ σῶµα τῶν ζῴων ἀγγεῖα τὰ µικρότερα τῶν µειζόνων ἀρχὰς θησόµεθα, µαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι µορίῳ τοῦ σώµατος ἀναγκαζόµενος ὁµολογεῖν ἀρχὴν εἶναι τῶν τριῶν ὀργάνων, ἀρτηρίας καὶ νεύρου καὶ φλεβός, ὥστ’ εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς µεγίστης ἀρτηρίας καὶ τῆς κοίλης φλεβὸς καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέµνα τὸ µὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων.
6.3.23. ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούµενος οὐδὲ τὰ βλαστήµατα τῶν δένδρων οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς τοῦ φυτοῦ.
6.3.24. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύµονα κατασχιζοµέναις ἀρτηρίαις· ἁπλῶς δ’ ἅπαντα τῶν φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον· οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρηµένων οὔτε τῆς διοικούσης δυνάµεως· οὕτως γὰρ ἅπαν ἔσται µόριον ἀρχή.
6.3.25. εἰ δέ τινα µὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ’ οὐκ ἀρχάς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ µᾶλλον τάδε τῶνδε νοµιστέον ἀρχάς, οἷον τὰ κατ’ ἐγκέφαλον τῶν κατὰ πνεύµονα καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ ἢ τὸν σπλῆνα κἀκείνων τὰ κατ’ ἄλλο τι µόριον ἢ σπλάγχνον;
6.3.26. ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε µειράκιον ὢν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος ἐπιδεικνύναι πειρωµένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν οὔτ’ ἐν τῷ παραχρῆµα προσηκάµην οὔθ’ ὕστερον ἀνασκεπτόµενος ἐπῄνεσα.
6.3.27. Tὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόµενα τέτταρα ζεύγη φλεβῶν ἐµβεβλῆσθαί τέ µοι δοκεῖ τοῖς ἐπιγραφοµένοις ῾Ιπποκράτους συγγράµµασι καὶ διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δύναται δείκνυσθαι, καίτοι τἆλλα τὰ περὶ φλεβῶν εἰρηµένα πρὸς ῾Ιπποκράτους, ἅπερ ἔγραψα πάντα κατὰ τὴν Περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς πραγµατείαν, ὡµολόγηταί τε τοῖς ἀνατοµικοῖς ἀνδράσι καὶ δείκνυται καὶ πρὸς ἡµῶν· τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη πρὸς τῷ µηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατοµικῶν οὐδὲ δείκνυται πρός τινος.
6.3.28. ἀλλ’ ἔνιοι µὲν τῶν τιθεµένων αὐτὰ πιστεύειν ῾Ιπποκράτει φασί, κἂν αὐτοὶ µὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγµατος, οὐκ αἰσθητοῦ διαλεγόµενοι, τινὲς δ’ ἐπαγγέλλονται µὲν δείξειν, ἔδειξαν δ’ οὐδέποτε.
6.3.29. τὸ µὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυµαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ Περὶ φύσεως ἀνθρώπου <συγγράµµατος, ἐν τῷ µεταξὺ προτέρου µὲν τοῦ περὶ φύσεως ἀνθρώπου,> δευτέρου δὲ τοῦ Περὶ διαίτης, ᾧ τὴν ἀνατοµὴν τῶν φλεβῶν ἐµβεβλήκασιν οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι.
6.3.30. πολὺ γὰρ ἦν πιθανώτερον οὐ τούτῳ τῷ µέρει τοῦ γράµµατος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι µᾶλλον [ἢ] εἰ τῷ τέλει παρέγρα-ψεν.ὅτι δ’οὐδὲ τῷ προτέρῳ µέρει προσαρµόττεσθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραµµα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴνὡς ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατοµῆς φαινοµένην.
6.3.31. ἀλλ’ ὅτι µὲν οὐκ ἔστι γνήσιος οὔθ’ ῾Ιπποκράτους οὔτε Πολύβου τῶν εἰρηµένων φλεβῶν ἡ ἀνατοµή, καὶ πρὸ ἡµῶν µὲν ἑτέροις ἀποδέδεικται καὶ ἡµεῖς δ’ ἄν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν γνησίων ῾Ιπποκράτους συγγραµµάτων πραγµατεύσασθαι, διὰ πλειόνων ἐπιδείξαιµεν ἥτις ἐστὶν ῾Ιπποκράτους γνώµη περὶ φλεβῶν ἀρχῆς, ἣν ἔκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ ἐκ τοῦ δευτέρου τῶν ᾿Eἐπιδηµίων.
6.3.32. ᾿Aλλὰ τοῦτο µὲν εἰσαῦθις ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κἀν τοῖς φυτοῖς µὲν ἀρχὴ καὶ γενέσεως καὶ διοικήσεως τὰ µείζω σώµατα τῶν µικροτέρων ὑπάρχει, οὐχ ἥκιστα <δὲ> κἀν τοῖς ζῴοις.
6.3.33. ἐπάνειµι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁµολογεῖ γοῦν καὶ αὐτὸς ἀπ’ ἐγκεφάλου φυόµενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλµοὺς µυσὶν ἐκ µιᾶς καὶ παχείας ἐκφύσεως εἰς µικρὰ καὶ πολλὰ σχιζόµενα.
6.3.34. τούτων δ’ ἔτι µᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη µέν ἐστιν ἐκφυοµένη, τέµνεται δ’ εἰς πάµπο<λ>λα µικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόµα διανεµοµένη µορίοις, ὥσπερ γε καὶ ἡ µετ’ αὐτήν. ἵνα δὲ µὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἀπ’ ἐγκεφάλου βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέµνον ἀριθµοῦ παµπόλ<λ>ου νεύρων οἷον κλάδων ἀποφυοµένων αὐτοῦ.
6.3.35. Tαῦτα µὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωµένοις ὁµολογούµενα, τὸ δὲ τὰ µικρὰ τῶν µεγάλων ἀρχὰς εἶναι µάχεται µὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινοµένοις —ἀεὶ γὰρ ἐν τούτοις τὰ µείζω τῶν µικροτέρων ἀρχαί—, µάχεται δὲ ὡς εἴρηται καὶ τοῖς κατὰ τὰ φυτὰ καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γάρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι.
6.3.36. φαίνονται γοῦν αἱ µὲν ἀρτηρίαι πρὶν ἐκτµηθῆναι τοῦ ζῴου τὴν κίνησιν ἀπολλύουσαι σαφῶς ἐπειδὰν βρόχῳ διαληφθῶσι, µήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόµεναι, µόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζῴῳ µορίων ἐξαιρουµένη µέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς.
6.3.37. αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τοµαῖς ἅµα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ µέγιστα µόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν µικροτέρων γενήσονται.
6.3.38. εὐρύταται γοῦν ἁπασῶν εἰσι τοῦ ζῴου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόµεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαί, καθάπερ ἐν τοῖς φυτοῖς πάχιστον µὲν τὸ πρέµνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν.
6.3.39. ὀνοµάζω δὲ ῥίζωσιν τὸ κάτωθεν µέρος, ὅπερ ὀλίγον ἔµπροσθεν ἐδείκνυον ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί µοι δοκεῖ καὶ ὁ ῾Ιπποκράτης ἐντεῦθεν ἐπὶ τὰ ζῷα µεταφέρων τοὔνοµα ῥίζωσιν εἰρηκέναι τῶν µὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ.
6.3.40. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν αἱ ῥίζαι µὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ µὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύµονα καὶ ἡ εἰς ὅλον τὸ ζῷον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὰ κατὰ τὴν γαστέρα καὶ <ἡ> εἰς τὸ σύµπαν σῶµα.
6.3.41. ῥίζαι<ς> µὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς ῾Ιπποκράτης ἔδειξε φάµενος “ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζῴοις ἡ γαστήρ,” τὸ δ’ οἷον πρέµνον ἡ κοίλη φλέψ ἐστιν ἐκ µὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φεροµένη δ’ ἐκ τοῦ ἥπατος εὐθείᾳ πρὸς ἑκάτερα τοῦ ζῴου τὰ µέρη, τό τε ἄνω καὶ τὸ κάτω.
6.3.42. εὐρύτατον µὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ***** ἀνατεταµένον, ἔλαττον δὲ ἀµφοῖν τὸ ἐµφυόµενον τῇ καρδίᾳ. καίτοι γ’ εἴπερ ἦν ἡ καρδία τῆς κοίλης φλεβὸς ὡς καὶ τῆς µεγάλης ἀρτηρίας ἀρχή, µέγιστον ἂν ἦν οἶµαι τὸ συνεχὲς αὐτῇ µέρος.
6.4.1. Εἰ δέ τις οἴεται τῆς µὲν δυνάµεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρµᾶσθαι τὸ αἷµα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω µόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφήν, οὗτός µοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ µὴ βούλεται.
6.4.2. τὸ γὰρ ἐξ ἥπατος ὁρµᾶσθαι τὸ αἷµα τί ἄλλο ἐστὶν ἢ τὴν γεννῶσαν αἷµα δύναµιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα µὲν τοῦ τρέφεσθαι τὸ ζῷον ἡ τοῦ αἵµατός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷµα, τῆς θρεπτικῆς δυνάµεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία.
6.4.3. τὸ γὰρ προνοούµενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώµατι τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάµεως, ὥσπερ οἶµαι κἀν τοῖς φυτοῖς ἐκεῖνο τὸ µέρος ὃ ῥίζωσιν ἐκαλοῦµεν· ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παµπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν ἐπιπέµπει τε προκατεργασάµενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους.
6.4.4. εἰ γὰρ καὶ <ταύτης> τῆς [αὐτῆς] δυνάµεως ὥσπερ καὶ τῆς σφυγµικῆς ἀρχὴν θησόµεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ µηδὲν µάτην ἐργαζοµένη φύσις ἐποίησεν. ἦν γὰρ δήπου κατὰ τὴν καρδίαν αἱµατοῦσθαι τὴν τροφήν.
6.4.5. ἀλλ’ ὡς εἰς µέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς µὲν ὁ λόγος, οὐ µὴν ἀληθής γε.
6.4.6. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουµένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούµενος ἐξουσίαν ἔχων τοῦ διανέµειν αὐτήν. ἐναργῆ δὲ παραδείγµατα κατ’ αὐτὸ τοῦ ζῴου τὸ σῶµα πάρεστι θεάσασθαι.
6.4.7. πάντα γοῦν ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει καὶ οὔτ’ ἐκ πνεύµονος ἄλλη τις ὁδὸς ἑτέρωσ<ε> τέτµηται πλὴν µιᾶς τῆς εἰς τὴν καρδίαν οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε πλὴν εἰς ἧπαρ οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγµατος ἑτέρωσε πλὴν εἰς ἐγκέφαλον οὔτ’ ἐκ τῶν τὸ σπέρµα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι πλὴν τῶν ὄρχεων.
6.4.8. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἐντεῦθέν τε πάλιν ἐπὶ ἓν χωρίον ἡ κύστις ἐξερεύγεται, καθάπερ οἱ νεφροὶ τὸ οὖρον εἰς τὴν µεγάλην κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷµα προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέµειν αὐτὸ τῇ παρασκευῇ ἡµίεργον ἐπιστεύθη ποτ’ ἄν.
6.4.9. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεµόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασµένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν µόνον ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ µὴ διανέµεσθαι. καὶ µὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ [ὕλην] τὸ αἷµα διανέµειν πεπίστευται.
6.4.10. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγµατός ἐστι τοῦ ζῴου µόρια παρ’ ἥπατος ἀναµφισβητήτως ἔχει τὸ αἷµα, καίτοι πλείω τῶν ἡµίσεών ἐστι.
6.4.11. µᾶλλον δ’ ὅταν <ὡς> καὶ αὐτὸ τὸ διάφραγµα καὶ ὁ περικάρδιος ὑµὴν ἅµα τοῖς ἄλλοις ὑµέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα καὶ ὅσοι περιαλείφουσι τὸν πνεύµονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι διδαχθῶµεν ὑπὸ τῆς ἀνατοµῆς, εἰσόµεθα τὰ πλείω τῶν τοῦ ζῴου µορίων ἐξ ἥπατος τρεφόµενα προφανῶς τε καὶ ἀναµφισβητήτως.
6.4.12. ἐπιδειχθήσεται µὲν γὰρ ὀλίγον ὕστερον ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’ ἀναµφισβήτητον ἤδη λαµβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, [ἀλλὰ] καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ δύο µέρη.
6.4.13. Mαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύµπαντα τὰ κατὰ τὰς ἀνατοµὰς φαινόµενα καὶ πρῶτόν γε καὶ µέγιστον ἡ κάθαρσις τῶν περιττωµάτων τοῦ αἵµατος. ὡς γὰρ συµπεπληρωµένῃ τῇ τοῦ χυµοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωµάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν, οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωµα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερµοῦ µεταβαλλοµένης,
6.4.14. ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθµόν ἐστι. τουτὶ γὰρ δέδεικταί µοι δι’ ἑτέρων ἤδη πραγµατειῶν αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγµατείαν· νυνὶ δ’ εἴρηται µὲν ὡς µηδὲν τῶν ἀληθῶν παραλ<ε>ίποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁµολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχουκύστεως ἐκκαθαίρειν τὸ αἷµα.
6.4.15. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν οὔτ’ ἄλλον ἐργάζεται χυµόν. ὅµοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷµα καὶ τὸ κατὰ πάσας τὰς φλέβας <ἐν> ὅλῳ τῷ ζῴῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅµοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν.
6.4.16. τουτὶ µὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία παχύτερόν τε καὶ µελάντερον, ἀεὶ µέντοι θερµότερόν [αὐτό] ἐστι· τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷµα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώµενον ἐν τῇ δεξιᾷ κοιλίᾳ.
6.4.17. Mεγίστη δὲ πίστις ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυµὸν εἰς τροφὴν τῶν τοῦ ζῴου µορίων, ἀλλ’ αὐτὸ συµπληροῖ τὴν σύµπασαν ἰδέαν αὐτοῦ, τὸ µίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυοµένην, ἑτέραν δὲ µηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο µέρος αὐτῆς εἰς ὅλον ἀπάξουσαν τὸ σῶµα τὸν κατεργασθέντα χυµόν, καίτοι γ’ ἄλλης µὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦµα· φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖςἀγγείοις χρωµένη πρός τε τὰς ἡµιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασµένας οὐδὲ ταῖς αὐταῖς ὁδοῖς.
6.4.18. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅµα τε τὸ ἡµίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέµπεσθαι τροφήν, ἅµα τε τὴν ἤδη κατειργασµένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα µὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡµίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασµένην ἐξάγουσα.
6.4.19. νυνὶ δ’ εἰσάγει µέν τις, ἐξάγει δ’ οὐδεµία πλὴν τῆς εἰς πνεύµονα, περὶ ἧς [ἂν] ἐπὶ πλέον ἐν τοῖς Περὶ χρείας µορίων ἐπεσκεψάµεθα τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας οὐκ ἐκ τῆς κοίλης ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύµονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.
6.5.1. Δεῖται δὲ µάλιστα εἴπερ τις ἄλλος λόγος καὶ ὁ νῦν ἡµῖν προκείµενος αὐτοῦ τοῦ φαινοµένου κατὰ τὰς ἀνατοµάς. οὐ µόνον γὰρ οὐδεµία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω µόρια φεροµένη πλὴν [ἢ] τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷµα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεµία.
6.5.2. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφεροµένη καὶ ταύτης ἀποβλάστηµά τι τὸ εἰς τὴν καρδίαν ἐµφυόµενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισµα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ τὴν ἀρτηρίαν τὴν µεγάλην, ὃ θεωρούµενον ἄν τινα βουλοίµην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα.
6.5.3. µία γὰρ ἀρτηρία µεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφῦσα σαφῆ σχίσιν εἰς ἀµφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶµεν κάτω φεροµένην. οὕτως δ’ αὖ ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυοµένην φλέβα σαφῆ τὴν νοµὴν ἴσχειν εἰς ἄµφω τὰ µέρη.
6.5.4. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφεροµένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν;
6.5.5. ἐπὶ γὰρ ἀνοµοίοις γνωρίσµασιν ἀνόµοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ µικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισµα, καίτοι γ’ οὐκ ὄντος µικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σµικρὸν εἶναί φησι τὸ πολλὰ τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας.
6.5.6. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νοµίζειν, ὅταν ἐν παµπόλλοις γένεσι ζῴων ἧπαρ µὲν ὑπάρχῃ καὶ κοίλη φλέψ, ἡ κοιλία δ’ ἡ δεξιὰ µηδόλως ᾖ.
6.5.7. Tίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζῴων, ἐν οἷς φηµι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθµῷ µὲν οὐκ ἔχων διελθεῖν αὐτά, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεµὼν πολλά, ἀσύ[µ]βατα µὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ µήτ’ ἀναπνεῖν ἐξ ἀέρος µήτ’ ἔχειν πνεύµονα.