1.7.39. νυνὶ δὲ <οὔτε> τούτων τῶν ἀρτηριῶν οὔτε ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός ἐστιν οἰκειοτέρα.
1.7.40. κατὰ δὲ τὸ παρόν, ὅσον ὑπογράψαι χρήσιμον ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι.
1.7.41. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφῦν ἅπασαν.
1.7.42. ἀποφύσεις δὲ πρώτας μέν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα κἄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον.
1.7.43. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις ἅπασι καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη.
1.7.44. ἑξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται καί τις ἀζυγὴς εἰς μεσεντέριον.
1.7.45. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραί, δύο καθ’ ἕκαστον σπόνδυλον.
1.7.46. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω καὶ ξυνελόντι φάναι τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς.
1.7.47. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκατέραν ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου.
1.7.48. κατασχιζόμεναι δὲ ἐνταῦθα ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰς τέτταρα<ς> τά<σ>δε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ.
1.7.49. λοιπαὶ δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα τοῖς ἐντὸς τοῦ μηροῦ παρατάττεται μέρεσιν ἄχρι τοῦ γόνατος.
1.7.50. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δὲ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται.
1.7.51. καὶ οὐδὲν οὐδὲ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζῴω πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν <ἐκφύεσθαι> ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τι[νòς] πρέμνον ἐλέγομεν.
1.7.52. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δὲ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζῴοις ἅπασιν οἷς πνεύμων ἐστίν· οἷς δὲ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βράγχια.
1.7.53. ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόνπερ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῷον ἀρτηρίας ὀλίγον ἔμπροσθεν εἶπον.
1.7.54. οὕτως γὰρ οἶμαι καὶ τὸν ῾Ιπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε καὶ φλεβῶν ὁ λόγος περαίνηται.
1.7.55. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.
1.8.1. Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον αὖθις ἐπὶ τὸν ᾿Αριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησι τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς.
1.8.2. ἐχρῆν γὰρ οἶμαι τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι πῶς εἰς ἕκαστον τοῦ ζῴου μόριον ἀπ’ αὐτῆς ἔρχεται [τὸ] νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν.
1.8.3. ὅθεν <ὅπερ> ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζῴοις ἔγραψεν οὐδαμῶς ἦν πρέπον ᾿Αριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν· “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις, περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι· δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.”
1.8.4. ὅτι μὲν γὰρ “δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος” ἐκείνῳ τῷ μέλει τοῦ σώματος ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος οὐ μόνον οὐκ ἀπέδειξεν ὁ ᾿Αριστοτέλης ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν.
1.8.5. ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν ἔνθ’ <ἂν> ᾖ νεῦρα πολλά, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν.
1.8.6. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα.
1.8.7. ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζῴου νεύρων.
1.8.8. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλά, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ ᾿Αριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαστάσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα.
1.8.9. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν ᾿Αριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευήν, ἐπειδὰν ὅ τί ποτέ ἐστιν αὐτῷ τὸ εἶναι σκοπώμεθα.
1.8.10. τὸ γοῦν ὀφθαλμῷ εἶναι τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθ’ <ἂν> “ὀργάνῳ ὀπτικῷ.” οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ ᾿Αριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται.
1.8.11. νυνὶ δὲ οὐδὲ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ ᾿Αριστοτέλους δοξάζοντος οὕτως.
1.8.12. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν ὡς ταῖς ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος ἰδέᾳ κρίνεται.
1.8.13. ἐπειδὴ δὲ πρὸς ᾿Αριστοτέλη διαλέγομαι τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ Περὶ ψυχῆς κἀν τῷ Περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν καὶ χρειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος ἰδέας κρίνεσθαι βουλόμενος.
1.8.14. εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κἂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἀνθρώποις τε καὶ καρκίνοις· εἰ δὲ βαδιστικόν, σκέλος, ἄν τ’ ἐλέφαντος ἄν τ’ αἰγὸς ἄν τε οἰὸς ἄν τε ἀνθρώπου τύχῃ.
1.8.15. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, ᾿Αριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε καὶ χρείᾳ.
1.9.1. Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δὲ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δὲ αὐτῶν τὸ μὲν νεῦρον, τὸ δὲ σύνδεσμος, τὸ δὲ τένων.
1.9.2. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν αἴσθησιν ἢ κίνησιν ἢ τὸ συναμφότερον οἷς ἂν ἐμφύηται παράγον· ὁ σύνδεσμος δὲ ἀναίσθητος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι.
1.9.3. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δὲ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους αὐτῶν εἰς ὑμένος ἰδέαν.
1.9.4. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακός, σύνδεσμος δὲ καὶ σκληρὸς καὶ παχὺς τοὐπίπαν.
1.9.5. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν οὔτε νεῦρον οὔτε τένων εἰς τοσαύτην ποθ’ ἥκει σκληρότητα, ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστίν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην ἔνια δὲ εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου σκληρότητος.
1.9.6. οὕτω δὲ καὶ οἱ ὑμένες εἰ καὶ διαφέρουσιν ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ.
1.9.7. οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρχοντες ὅσῳ συνδέσμου μαλακώτεροι.
1.9.8. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ καὶ ἄναιμα καὶ ἀκοίλια καὶ εἰς ἶνας εὐθείας λυόμενα πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας.
1.9.9. εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις ὡς ῾Ιπποκράτης ὠνόμαζε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον ἢ τόνον, ἄμφω γὰρ αὐτὸ προσαγορεύει, τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν·
1.9.10. εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας ὡς οἱ πλεῖστοι τῶν μεθ’ ῾Ιπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δὲ ἐν αὐτοῖς λέγε τριττάς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα·
1.10.1. καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’ ὡς ἔμπροσθεν εἴρηται σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν εἰς αὐτὴν ἐμφύεται.
1.10.2. τί ποτε οὖν ἐστι τὸ πρὸς ᾿Αριστοτέλους εἰρημένον “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία”; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν.
1.10.3. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ ῾Ηροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας αὐτὸς οὐ νευρώδεις ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα.
1.10.4. πέρατα δ’ ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν ᾿Ερασίστρατος μὲν ἀκριβῶς ἔγραψεν ῾Ηρόφιλος δὲ ἀμελῶς.
1.10.5. συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους αὐτοῖς, οὐ κατὰ τὰ νεῦρα.
1.10.6. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι συγχωρήσειεν αὐτὰ καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου.
1.10.7. δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ ᾿Αριστοτέλης, ἓν μὲν ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δὲ ὡς οὐδεμιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ’ αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκέθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι.
1.10.8. πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἀλλ’ ἐξ ἀκολουθίας μέν τινος ἐλπισάντων ὡς ἑωρακότων.
1.10.9. οὕτω δή μοι καὶ ὁ ᾿Αριστοτέλης ἐσφάλθαι φαίνεται δύο μὲν ἀληθῆ θέμενος λήμματα, τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν.
1.10.10. ἀληθῆ μὲν οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις τὰ τοῦ ζῴου μέλη καὶ τὸ μηδὲν ἀπ’ ἐγκεφάλου φαίνεσθαι τοιοῦτον, πιθανὸν δέ, οὐκ ἀληθές, ὡς ἐν τῇ καρδίᾳ πλῆθος εἴη νεύρων.
1.10.11. ἀλλ’ ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ καλῶς μὲν ὑπ’ αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον ὑφ’ οὗ χρὴ κινεῖσθαι τὰ τοῦ ζῴου μέλη, διότι δ’ ἠμέλησε ζητῆσαι κατὰ τὰς ἀνατομὰς αὐτό, διὰ τοῦτ’ ἐκφυγόν τε τὴν διὰ τῶν αἰσθήσεων εὕρεσιν ἄγνωστόν τε μεῖναν τἀνδρί.
1.10.12 τῶν μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι μύες ὑποδεχόμενοι ταῦτα κινοῦσι τὰ μέλη.
1.10.13. καὶ δόξειεν ἂν οἷον μοχλοῦ τινος ἔχειν δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον. ὥσπερ γὰρ ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ’ ἐσμὲν κινῆσαι βάρη, διὰ τῶν μοχλῶν αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ σώματος μέλη τοῖς νεύροις ἀδυνατοῦντες κινεῖν τοὺς μῦς προσεκτησάμεθα.
1.10.14. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδέσμων ἰσίν, εἶτα ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν ἐκφύεται τοῦ σώματος <τοῦ> μυὸς ὁ προσαγορευόμενος τένων· οὕτως γὰρ οὐχ ῾Ιπποκράτης μόνον ἀλλὰ καὶ ῞Ομηρος αὐτὸν ὀνομάζουσιν· ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι τῶν βαρῶν.
1.10.15. οὐδ’ ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος ὃ κατὰ μὲν τὴν ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται δὲ αὐτοῦ τις μῦς ἀπ’ ἐγκεφάλου δεχόμενος νεῦρον.
1.10.16. ὅστις δὲ καὶ περὶ τοῦδε πεισθῆναι ἐθέλει βεβαίως, τούτῳ γέγραπται πρὸς ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν ἅπαντας τοὺς μῦς ὁποία τ’ ἐστὶν ἐνέργεια καθ’ ἕκαστον ἀκριβῶς διδάσκον, ἕτερον δὲ τὴν τῶν νεύρων εἰς αὐτοὺς νομὴν διηγούμενον.
1.10.17. οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων διέξιμεν.
1.10.18. ὥστ’ οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν <ὁ λόγος>, ἀλλ’ ὁμολογούμενος ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχει<ν> πᾶσιν ἀρχὴν τῶν νεύρων ἐγκέφαλον τιθέμενος.
1.10.19. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρχουσαν τὴν καρδίαν· ὅτι δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ ἐστιν ἐν τοῖς ἐφεξῆς ἀποδειχθήσεται.
1.10.20. ἐνταῦθ’ οὖν ἤδη καταπαύσας τὸ πρῶτον βιβλίον ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγμένοις ἐν αὐτῷ κατὰ τὸ δεύτερον τρέψομαι.
Книга первая
1.5.1. Поскольку часть перикарда, непосредственно прилегающая к грудине, сгнила, сердце было видно совершенно отчетливо, как это бывает при анатомических экспериментах над животными, когда его обнажают специально.
1.5.2. Однако юноша выжил, так как мягкие ткани вокруг грудины срослись и образовали новый покров поверх сердца, аналогичный верхней части оболочки, которая существовала ранее.
1.5.3. Не следует удивляться тому, что юноша выжил, хотя болезнь зашла настолько далеко, что обнажилось сердце. Его положение было не более серьезно, чем при ранениях груди, с которыми врач встречается ежедневно.
1.5.4. Повреждения перикарда сами по себе не представляют какой-либо особенной опасности, как показал Герофил и многие другие врачи.
1.5.5. На протяжении всего лечения функции организма у этого юноши не были значительно нарушены, как не происходит значительного нарушения функций организма при подобных анатомических экспериментах над животными.
1.5.6. Итак, зачем я рассказал об этом? За тем, чтобы показать, что оба желудочка сердца полны крови. Из чего это ясно? Из того, что, если повредить сердце, немедленно польется кровь.
1.5.7. В соответствии же с учением Хрисиппа должно было быть иначе: либо вначале из сердца должна была извергнуться наполняющая его пневма, и только затем истечь кровь, либо кровотечения не должно было быть вовсе, как наблюдается в случае с желудочком мозга; ведь если мы, вскрыв череп, удалим твердую оболочку мозга, а затем сделаем надрез на любом из его желудочков, кровь не появится ни сразу, ни позже.
1.5.8. То же самое наблюдается у мертвого животного. Невозможно не обнаружить сгустки крови в левом желудочке сердца, но ты не найдешь их в желудочках мозга, если только какие-нибудь вены или артерии не были разорваны из-за того, что мозг был поврежден вместе с черепной коробкой.
1.5.9. Таким же образом у волов, раненных в то место, где спинной мозг вырастает из головного, можно наблюдать кровь, заполняющую один из передних желудочков.
1.5.10. И нет ничего удивительного в том, что в результате повреждения заднего желудочка, а вместе с ним — многочисленных больших сосудов, кровь со временем оказывается в передних желудочках.
1.5.11. Бывает даже, что у животного, удушаемого петлей, вследствие слишком большого давления в головном мозге может разорваться один из сосудов, что часто наблюдается и в других частях тела, когда сосуд разрывается из-за избытка крови или ее притока. Однако если животное тонет в воде, сосуды не разрываются подобным образом.
1.5.12. При других же причинах смерти животного ты не обнаружишь в желудочке головного мозга сгустков крови, которые всегда бывают в сердце.
1.5.13. Однако мне кажется, что я слишком подробно описал происходящее с мертвыми животными. Вернемся к животным живым. Я продемонстрирую тебе, что, если ты обнажишь сердце, кровотечение начнется мгновенно, даже если ты введешь в левый желудочек не нож, а писчую палочку, иглу или что-то подобное.
1.5.14. А ведь если бы это было обусловлено устройством сердца, пришлось бы сначала ждать выхода пневмы, и только потом пошла бы кровь — при этом надо учитывать, что малый диаметр отверстия еще увеличил бы время ожидания.
1.5.15. В действительности же кровь появляется, как только совершен прокол, так что, какими бы быстрыми ни были твои действия, ты не сможешь извлечь инструмент, не обагренный кровью. Из этого следует, что левый желудочек сердца полон крови.
1.6.1. Заявление же Эрасистрата и его последователей, что в желудочке содержалась только пневма, а кровь попала в него лишь после того, как он был обнажен, — это речи людей бесстыдных, не боящихся разоблачения.
1.6.2. Изобличить же их очень просто. Ведь если бы кровь изливалась в желудочек сердца, наполненный пневмой, то, как мне кажется, это должно было бы нарушить его нормальное функционирование, артерии не пульсировали бы по-прежнему, чтобы наполниться выделяемой им пневмой, и многие другие функции нарушились бы, утратив источник, поддерживающий их.
1.6.3. Эрасистрат утверждает, что этот желудочек наполнен жизненной пневмой, а Хрисипп — что он наполнен психической пневмой.
1.6.4. Однако ничего подобного у животных не наблюдается. Всякий желающий может узнать об этом от меня. И действительно, мне уже не раз приходилось показывать такие вещи на опыте, а тем, кто и после этого не верил, я предлагал тут же повторить это на другом животном, или же несколько раз показывал на одном и том же животном, насколько многочисленны и выражены болезненные изменения, происходящие во всем теле при повреждении желудочка мозга.
1.6.5. Впрочем, почему я говорю «при повреждении»? Ведь если ты даже просто надавишь на него перед тем, как произвести вскрытие, животное тут же станет неподвижным, бесчувственным, бездыханным и безгласным.
1.6.6. То же самое мы наблюдаем и у человека при трепанации черепа. Ведь при удалении обломка кости мы вынуждены ради безопасности больного подкладывать так называемые защиты оболочки (μηνιγγοφύλακες). Если же кто-то надавит этими приспособлениями на мозг немного сильнее, чем следовало бы, пациент становится бесчувственным, и любое произвольное движение становится для него невозможным. Однако этого не происходит, если надавить на обнаженное сердце.
1.6.7. Последнее я знаю точно: однажды я поручил держать сердце кузнечными клещами, так как оно выскакивало из рук от сильного биения. Но даже в этом случае у животного не изменились ни ощущения, ни произвольные движения: оно громко кричало, беспрепятственно дышало и сильно дергало всеми конечностями.
1.6.8. Когда сердце подобным образом перехвачено, нарушается только работа артерий, никакая другая функция животного не нарушается: до тех пор пока оно живо, все части его тела сохраняют подвижность и оно дышит.
1.6.9. Но если подобным образом сдавить головной мозг, все симптомы бывают обратными: артерии, согласно своей природе, пульсируют вместе с сердцем, но ни один член тела не двигается, животное не дышит и не издает звуков.
1.6.10. Из этого можно сделать и более важное заключение: сердце не нуждается в мозге, а мозг — в сердце для осуществления присущих им по природе движений.
1.6.11. Но я упомянул о явлениях, наблюдающихся при вскрытиях, не ради этих результатов, а для того, чтобы показать, что психическая пневма содержится в желудочках мозга.
1.6.12. Исходя из этих результатов, я могу с полным основанием порицать Хрисиппа, полагавшего, что некая чистая и истинная пневма составляет начало души, но при этом ошибочно поместившего ее в сердце.
1.6.13. Впрочем, это Хрисиппу можно простить, ведь он скромно заявляет, что сердце не дает ему знать, является ли оно началом нервов, и не сообщает чего-либо иного, касающегося этой проблемы, — он признает, что у него не было опыта анатомических вскрытий.
1.6.14. Но если кто-либо станет осуждать Аристотеля и Праксагора, утверждающих, вопреки результатам наблюдений, что нервы берут начало в сердце, то это будет справедливо.
1.6.15. Из оставленных ими сочинений можно заключить, что они видели и внимательно изучали множество результатов вскрытий. Однако не нужно долго рассуждать, достаточно посмотреть, чтобы убедиться: когда они писали об источнике нервов, они или сами были слепы, или получали информацию от слепых.
1.6.16. Ведь, как я уже говорил, явно наблюдается, что некоторые нервы произрастают прямо из головного мозга, некоторые — из спинного, а сам спинной мозг — из головного.
1.6.17. Так что не стоило ни заявлять без доказательств, что сердце является началом нервов, как Аристотель, ни пытаться придумать этому хитрые обоснования, как Праксагор.
1.6.18. Ведь Праксагор, увидев, что нервы не произрастают из сердца, тем не менее не оставил честолюбивого намерения состязаться с Гиппократом и решил во что бы то ни стало лишить головной мозг положения источника нервов. Потом он дерзнул на великую ложь, заявив, что артерии по своему ходу разделяются и их мелкие отростки и превращаются в нервы. Тела же артерий, по его словам, подобны нервам, но являются полыми, и чем меньше они становятся, тем уже их просвет, так что в конце концов их оболочки полностью сливаются друг с другом, и тогда сосуд окончательно превращается в нерв.
1.6.19. Эрасистрат не удостоил это рассуждение никаких возражений, так как счел его бесстыдной дерзостью.
1.7.1. Я же, поскольку с самого начала взялся подробно разобраться в этом вопросе, кратко возражу Праксагору, тем более что и Хрисипп также упоминает его, противопоставляя его взгляды тем, кто полагает, что нервы берут свое начало в голове.
1.7.2. Мы не станем спорить с тем, что, если бы анатомические данные соответствовали заявлениям Праксагора, то можно было бы аргументированно утверждать, что началом нервов является сердце.
1.7.3. Но факты говорят об обратном, и мы тысячи раз доказывали это всем пожелавшим узнать истину путем вскрытий животных. И сейчас мы не замедлим разъяснить анатомию артерий, как ранее — нервов.